Bestiateca:Índica (Focio)/Texto original

De Bestiario del Hypogripho
Logo Bestiateca 2.png

ATENCIÓN: Este artículo pertenece a la sección de la Bestiateca.
Ver referencias.

Este artículo tiene contenido que finge ocurrir en nuestro "mundo real", pero es de hecho ficticio.     Este artículo se compone de contenidos transcritos o recopilados por Jakeukalane.  Este artículo carece de imágenes ilustrativas. Puedes ayudarlo consiguiendo una (o más) imágen/es apropiada/s e incorporándola/s.  Este artículo tiene bibliografía real que sustenta su contenido en todo o en parte.  Este artículo tiene una dificultad intraficcional mínima (magnitud 1). Debería resultar accesible para el público en general. 

Fragmentos de Índica de Ctesias, por Focio[editar]

I. Ἀνεγνώσθη δὲ αὐτοῦ καὶ τὰ Ἰνδικὰ ἐν ἑνὶ βιβλίῳ, ἐν οἷς μᾶλλον ἰωνίζει.

Λέγει περὶ τοῦ Ἰνδοῦ ποταμοῦ τὸ μὲν στενὸν αὐτοῦ τὸ εὖρος μʹ σταδίων εἶναι, τὸ δὲ πλατύτατον, καὶ διακοσίων. Λέγει περὶ αὐτῶν τῶν Ἰνδῶν ὅτι πλείους σχεδὸν συμπάντων ἀνθρώπων. Περὶ τοῦ σκώληκος τοῦ ἐν τῷ ποταμῷ, ὃ καὶ μόνον τῶν ἄλλων θηρίων ἐν αὐτῷ γίνεται. Περὶ τοῦ μὴ οἰκεῖν ἐπέκεινα αὐτῶν ἀνθρώπους. Ὅτι οὐχ ὕει, ἀλλ´ ὑπὸ τοῦ ποταμοῦ ποτίζεται ἡ Ἰνδική.

II. Περὶ παντάρβας τῆς σφραγῖδος, καὶ ὡς υοζʹ σφραγῖδας ἀπορριφείσας καὶ τιμίους λίθους εἰς τὸν ποταμόν, ἅτινα ἦν τοῦ Βακτρίων καπήλου, αὐτὴ ἀνείλκυσεν ἐχομένας ἀλλήλων.

III. Περὶ τῶν τειχοκαταλύτων ἐλεφάντων. Περὶ τῶν μικρῶν πιθήκων τῶν ἐχόντων οὐρὰς τετραπήχεις, καὶ περὶ τῶν ἀλεκτρυόνων τῶν μεγίστων, καὶ περὶ τοῦ ὀρνέου τοῦ βυττάκου, ὅτι γλῶσσαν ἀνθρωπίνην ἔχει καὶ φωνήν, μέγεθος μὲν ὅσον ἱέραξ, πορφύρεον δὲ πρόσωπον, καὶ πώγωνα φέρει μέλανα. Αὐτὸ δὲ κυάνεόν ἐστιν ὡς τὸν τράχηλον ὥσπερ κιννάβαρι. Διαλέγεσθαι δὲ αὐτὸ ὥσπερ ἄνθρωπον ἰνδιστί, ἂν δὲ ἑλληνιστὶ μάθῃ, καὶ ἑλληνιστί.

IV. Περὶ τῆς κρήνης πληρουμένης ἀν´ ἔτος ὑγροῦ χρυσίου, ἐξ ἧς ἑκατὸν πρόχοι ὀστράκινοι ἀν´ ἔτος ἀρύονται. Ὀστρακίνους δὲ δεῖ εἶναι ἐπεὶ πήγνυται ὁ χρυσὸς ἀπαρυόμενος, καὶ ἀνάγκη τὸ ἀγγεῖον θλᾶν, καὶ οὕτως ἐξαγαγεῖν αὐτόν. Ἡ δὲ κρήνη τετράγωνός ἐστιν, ἑκκαίδεκα μὲν πηχῶν ἡ περίμετρος, τὸ δὲ βάθος ὀργυϊά· ἑκάστη δὲ προχόη τάλαντον ἕλκει. Καὶ περὶ τοῦ ἐν τῷ πυθμένι τῆς κρήνης σιδήρου, ἐξ οὗ καὶ δύο ξίφη Κτησίας φησὶν ἐσχηκέναι, ἓν παρὰ βασιλέως, καὶ τὸ ἄλλο παρὰ τῆς τοῦ βασιλέως μητρὸς Παρυσάτιδος. Φησὶ δὲ περὶ αὐτοῦ ὅτι πηγνύμενος ἐν τῇ γῇ, νέφους καὶ χαλάζης καὶ πρηστήρων ἐστὶν ἀποτρόπαιον· καὶ ἰδεῖν αὑτὸν ταῦτά φησι, βασιλέως δὶς ποιήσαντος.

V. Περὶ τῶν κυνῶν τῶν Ἰνδικῶν, ὅτι μέγιστοί εἰσιν ὡς καὶ λέοντι μάχεσθαι. Περὶ τῶν ὀρῶν τῶν μεγάλων ἐξ ὧν ἥ τε σαρδὼ ὀρύσσεται καὶ οἱ ὄνυχες καὶ αἱ ἄλλαι σφραγῖδες. Ὅτι ἀλέα πολλὴ καὶ ὅτι ὁ ἥλιος δεκαπλασίων τὸ μέγεθος ἢ ἐν ταῖς ἄλλαις χώραις αὐτὸς ἑαυτοῦ φαίνεται, καὶ πολλοὶ ἐνταῦθα τῷ πνίγει φθείρονται. Καὶ θάλασσάν φησιν αὐτόθι οὐδὲν ἔλαττον τῆς ἑλληνικῆς, τὸ δὲ ἄνω αὐτῆς ἕως τεσσάρων δακτύλων θερμὸν εἶναι, ὥστε μὴ ἰχθῦν ζῆν προσπελάσαντα τῷ θερμῷ, ἀλλὰ κάτωθεν διαιτᾶσθαι.

VI. Ὅτι ὁ Ἰνδὸς ποταμὸς ῥέων διὰ πεδίων καὶ δι´ ὀρέων ῥεῖ ἐν οἷς καὶ ὁ λεγόμενος ἰνδικὸς κάλαμος φύεται, πάχος μὲν ὅσον δύω ἄνδρε περιωργυιώμενοι περιλάβοιεν, τὸ δὲ ὕψος ὅσον μυριοφόρου νεὼς ἱστός· εἴσι καὶ ἔτι μείζους καὶ ἐλάττους, οἵους εἰκὸς ἐν ὄρει μεγάλῳ. Εἶναι δὲ τῶν καλάμων καὶ ἄρρενας καὶ θηλείας. Ὁ μὲν οὖν ἄρρην ἐντεριώνην οὐκ ἔχει καὶ ἔστι κάρτα ἰσχυρός· ἡ δὲ θήλεια ἔχει.

VII. Καὶ περὶ τοῦ μαρτιχόρα τοῦ ἐν αὐτοῖς ὄντος θηρίου, ὡς τὸ πρόσωπον ἐοικὼς ἀνθρώπῳ· μέγεθος μέν ἐστιν ὥσπερ λέων, καὶ χροὰν ἐρυθρὸς ὡς κιννάβαρι. Τρίστιχοι δὲ ὀδόντες, ὦτα δὲ ὥσπερ ἀνθρώπου, καὶ ὀφθαλμοὺς γλαύκους ὁμοίους ἀνθρώπῳ. Τὴν δὲ κέρκον ἔχει οἵανπερ σκορπίος ὁ ἠπειρώτης, ἐν ᾗ καὶ τὸ κέντρον ἔχει, μείζω ὑπάρχουσαν πήχεος. Ἔχει δὲ καὶ ἐκ πλαγίου τῆς κέρκου ἔνθα καὶ ἔνθα κέντρα, ἔχει δὲ καὶ ἐπ´ ἄκρῳ, ὥσπερ σκορπίος, κέντρον. Καὶ τούτῳ μέν, ἐὰν προσέλθῃ τις, κεντεῖ τῷ κέντρῳ, καὶ πάντως ὁ κεντηθεὶς ἀποθνῄσκει. Ἐὰν δέ τις πόρρωθεν μάχηται πρὸς αὐτόν, καὶ ἔμπροσθεν, ἱστὰς τὴν οὐράν, ὥσπερ ἀπὸ τόξου βάλλει τοῖς κέντροις, καὶ ὄπισθεν, ἐπ´ εὐθείας ἀποτείνων. Βάλλει δὲ ὅσον πλέθρον εἰς μῆκος, καὶ πάντα, οἷς ἂν βάλῃ, πάντως ἀποκτείνει πλὴν ἐλέφαντος. Τὰ δὲ κέντρα αὐτοῦ ἐστι τὸ μὲν μῆκος ὅσον ποδιαῖα, τὸ δὲ πλάτος ὅσον σχοῖνος λεπτότατος. Μαρτιχόρα δὲ ἑλληνιστὶ ἀνθρωποφάγον, ὅτι πλεῖστα ἐσθίει ἀναιρῶν ἀνθρώπους· ἐσθίει δὲ καὶ τὰ ἄλλα ζῷα· μάχεται δὲ καὶ τοῖς ὄνυξι καὶ τοῖς κέντροις. Τὰ δὲ κέντρα πάλιν, φησίν, ἐπειδὰν ἐκτοξευθῇ, ἀναφύεσθαι. Ἔστι δὲ πολλὰ ἐν τῇ Ἰνδικῇ. Ἀποκτείνουσι δὲ αὐτὰ τοῖς ἐλέφασιν ἐποχούμενοι ἄνθρωποι κἀκεῖθεν βάλλοντες.

VIII]]. Περὶ τῶν Ἰνδῶν, ὅτι δικαιότατοι· καὶ περὶ τῶν ἐθῶν καὶ νομίμων αὐτῶν. Περὶ τοῦ ἱεροῦ χωρίου τοῦ ἐν ῇ ἀοικήτῳ, ὃ ἐπ´ ὀνόματι τιμῶσιν ἡλίου καὶ σελήνης, ἐν ᾧ διὰ ιεʹ ἡμερῶν ἀπὸ τῆς Σαρδοῦς τοῦ ὄρους τις παραγίνεται, καὶ ὅτι λεʹ ἡμέρας ὁ ἥλιος ψύχει ἐκεῖσε τοῦ ἐνιαυτοῦ διὰ τὴν ἑορτὴν ἵνα ἄφλεκτοι αὐτὴν τελέσωσι καὶ ὑποστρέψωσιν. Ὅτι βρονταὶ καὶ ἀστραπαὶ καὶ ὑετοὶ οὐκ εἴσιν ἐν τῇ Ἰνδικῇ· ἄνεμοι δὲ πολλοὶ καὶ πρηστῆρες πολλοί, καὶ ἁρπάζουσιν ὅ τι ἂν λάβωσιν. Ὁ δὲ ἥλιος ἀνίσχων, τὸ ἥμισυ τῆς ἡμέρας ψῦχος ποιεῖ, τὸ δὲ ἄλλο λίαν ἀλεεινὸν ἐν τοῖς πλείστοις τῶν τῆς Ἰνδικῆς τόπων.

IX. Ὅτι οἱ Ἰνδοὶ οὐχ ὑπὸ τοῦ ἡλίου εἰσὶ μέλανες ἀλλὰ φύσει· εἶναι γάρ φησιν ἐν αὐτοῖς καὶ ἄνδρας καὶ γυναῖκας λευκοτάτους πάντων, εἰ καὶ ἐπ´ ἔλαττον· ἰδεῖν δὲ καὶ αὐτὸν τοιαύτας ἰνδὰς δύο γυναῖκας καὶ πέντε ἄνδρας.

X. Ὅτι πιστῶσαι τὰ περὶ τοῦ ἡλίου βουλόμενος, ὡς ἐν λεʹ ἡμέραις ἐν Ἰνδίᾳ ψύχει, λέγει ὅτι καὶ τὸ πῦρ ἐκ τῆς Αἴτνης ῥέον τὸν μέσον χῶρον, ἅτε δικαίων ἀνδρῶν ὄντων, οὐ φθείρει, φθεῖρον τὰ ἄλλα. Καὶ ἐν Ζακύνθῳ κρηνῖδας ἰχθυοφόρους εἶναι ἐξ ὧν αἴρεται πίσσα, καὶ ἐν Νάξῳ κρήνην ἐξ ἧς οἶνος ἐνιότε ῥεῖ καὶ μάλα ἡδύς. Καὶ ὅτι πῦρ ἐστιν ἐγγὺς Φασήλιδος ἐν Λυκίᾳ ἀθάνατον, καὶ ὅτι ἀεὶ καίεται ἐπὶ πέτρας καὶ νύκτα καὶ ἡμέραν, καὶ ὕδατι μὲν οὐ σβέννυται, ἀλλὰ ἀναφλέγει, φορυτῷ δὲ σβέννυται.

XI. Ὅτι μέσῃ τῇ Ἰνδικῇ ἄνθρωποί εἰσι μέλανες (καλοῦνται Πυγμαῖοι) ὁμόγλωσσοι τοῖς ἄλλοις Ἰνδοῖς. Μικροὶ δέ εἰσι λίαν· οἱ μακρότατοι αὐτῶν πηχέων δύο, οἱ δὲ πλεῖστοι, ἑνὸς ἡμίσεος πήχεος. Κόμην δὲ ἔχουσι μακροτάτην μέχρις ἐπὶ τὰ γόνατα καὶ ἔτι κατώτερον, καὶ πώγωνα μέγιστον πάντων ἀνθρώπων. Ἐπειδὰν οὖν τὸν πώγονα μέγα φύσωσιν, οὐκέτι ἀμφιέννυνται οὐδὲν ἱμάτιον, ἀλλὰ τὰς τρίχας, τὰς μὲν ἐκ τῆς κεφαλῆς ὄπισθεν καθίενται πολὺ κάτω τῶν γονάτων, τὰς δὲ ἐκ τοῦ πώγωνος ἔμπροσθεν μέχρι ποδῶν ἑλκομένας, ἔπειτα περιπυκασάμενοι τὰς τρίχας περὶ ἅπαν τὸ σῶμα, ζώννυνται χρώμενοι αὐταῖς ἀντὶ ἱματίου. Αἰδοῖον δὲ μέγα ἔχουσιν ὥστε ψαύειν τῶν σφυρῶν αὐτῶν, καὶ παχύ. Αὐτοὶ δὲ σιμοί τε καὶ αἰσχροί. Τὰ δὲ πρόβατα αὐτῶν ὡς ἄρνες, καὶ οἱ ὄνοι καὶ αἱ βόες σχεδὸν ὅσον κριοί. Καὶ οἱ ἵπποι αὐτῶν καὶ ἡμίονοι καὶ τὰ ἄλλα κτήνη πάντα οὐδὲν μείζω κριῶν. Ἕπονται δὲ τῷ βασιλεῖ τῶν Ἰνδῶν τούτων τῶν Πυγμαίων ἄνδρες τρισχίλιοι· σφόδρα γάρ εἰσι τοξόται. Δικαιότατοι δέ εἰσι καὶ νόμοισι χρῶνται ὥσπερ καὶ οἱ Ἰνδοί. Λαγοὺς δὲ καὶ ἀλώπεκας θηρεύουσιν οὐ τοῖς κυσὶν ἀλλὰ κόραξι καὶ ἰκτίσι καὶ κορώναις καὶ ἀετοῖς.

Ὅτι λίμνη ἐστὶν ἐν αὐτοῖς (σταδίων ὀκτακοσίων ἡ περίμετρος) ἐν ᾗ ἀνέμου μὴ πνέοντος, ἐπάνω τῆς λίμνης ἔλαιον ἐφίσταται· καὶ πλοαρίοις πλέοντες δι´ αὐτῆς, ἐκ μέσης αὐτῆς σκαφίοις τοῦ ἐλαίου ἀπαρύονται καὶ χρῶνται. Χρῶνται δὲ καὶ σησαμίνῳ. Ἔχει δὲ ἡ λίμνη καὶ ἰχθύας. Καὶ τῷ καρυΐνῳ δὲ χρῶνται· κρεῖσσον δὲ τὸ λιμναῖον.

XII. Ἔστι δὲ αὐτόθι ἄργυρος πολὺς καὶ ἀργύρεα μέταλλα, οὐ βαθέα, ἀλλὰ βαθύτερα εἶναί φασι τὰ ἐν Βάκτροις. Ἔστι δὲ καὶ χρυσὸς ἐν τῇ Ἰνδικῇ χώρᾳ, οὐκ ἐν τοῖς ποταμοῖς εὑρισκόμενος καὶ πλυνόμενος ὥσπερ ἐν τῷ Πακτωλῷ ποταμῷ, ἀλλ´ ὄρη πολλὰ καὶ μεγάλα ἐν οἷς οἰκοῦσι γρῦπες, ὄρνεα τετράποδα, μέγεθος ὅσον λύκος, σκέλη καὶ ὄνυχες οἷά περ λέων· τὰ ἐν τῷ ἄλλῳ σώματι πτερὰ μέλανα, ἐρυθρὰ δὲ τὰ ἐν τῷ στήθει. Δι´ αὐτοὺς δὲ ὁ ἐν τοῖς ὄρεσι χρυσὸς πολὺς ὢν γίνεται δυσπόριστος.

XIII. Ὅτι τὰ πρόβατα τῶν Ἰνδῶν καὶ αἱ αἶγες μείζους ὄνων εἰσί· καὶ τίκτουσιν ἀνὰ τεσσάρων καὶ ἕξ, ὡς ἐπὶ τὸ πολύ. Ἔχουσι δὲ οὐρὰς μεγάλας· διὸ τῶν τοκάδων ἀποτέμνουσιν ἵνα δύνωνται ὀχεύεσθαι. Ὗς δὲ οὔτε ἥμερος οὔτε ἄγριός ἐστιν ἐν τῇ Ἰνδικῇ. Οἱ δὲ φοίνικες, οἱ ἐν Ἰνδοῖς, καὶ οἱ τούτων βάλανοι, τριπλάσιοι τῶν ἐν Βαβυλῶνι. Καὶ ποταμόν φησιν ἐκ πέτρας ῥέοντα μέλι.

XIV. Πολλὰ δὲ λέγει περὶ τῆς δικαιοσύνης αὐτῶν καὶ τῆς περὶ τὸν σφῶν βασιλέα εὐνοίας καὶ τῆς τοῦ θανάτου καταφρονήσεως. Λέγει δὲ ὅτι πηγή ἐστι, καὶ ἐπειδάν τις ἀρύσῃ τὸ ὕδωρ αὐτῆς, πήγνυται ὥσπερ τυρός. Τούτου οὖν τοῦ πηκτοῦ ὅσον τρεῖς ὀβολοὺς ἐὰν τρίψας δῷς ἐν ὕδατι πιεῖν, ἐξαγγέλλει πάντα ὅσα ἔπραξε· παραφρονεῖ γὰρ καὶ μαίνεται ταύτην τὴν ἡμέραν. Χρᾶται δὲ αὐτῷ ὁ βασιλεὺς ἐφ´ ὧν κατηγορουμένων τἀληθὲς εὑρεῖν ἐθελήσει· κἂν μὲν ἐξείπῃ, προστάσσεται ἀποκαρτερῆσαι, ἂν δὲ μηδὲν ἐλεγχθῇ, ἀφίεται.

XV. Ὅτι φησὶν ὡς Ἰνδῶν οὐδεὶς κεφαλαλγεῖ, οὐδὲ ὀφθαλμιᾷ οὐδὲ ὀδονταλγεῖ, οὐδὲ ἑλκοῦται τὸ στόμα, οὐδὲ σηπεδόνα οὐδεμίαν ἴσχει· ἡ δὲ ζωὴ αὐτῶν ρκʹ καὶ λʹ καὶ νʹ καὶ ςʹ οἱ τὰ πλεῖστα βιοῦντες.

XVI. Ἔστιν ὄφις σπιθαμιαῖος ἐν αὐτοῖς. Τὸ δὲ εἶδος αὐτοῦ ὡς ἡ καλλίστη πορφύρα, ἡ κεφαλὴ λευκοτάτη. Ὀδόντας δὲ οὐδ´ ὅλως ἔχει. Θηρεύεται ἐκ τῶν καυματωδεστάτων ὀρέων ὅθεν ἡ σαρδὼ ὀρύσσεται. Οὗτος δάκνει μὲν οὔ· ὅτου δ´ ἂν κατεμέσῃ, τοῦτο τὸ χωρίον πάντως σήπεται. Ποιεῖ δὲ φάρμακον διττὸν ἀπὸ τῆς οὐρᾶς κρεμάμενος, ἠλεκτροειδὲς καὶ μέλαν. Καὶ τὸ μὲν ζῶντος ἀπορρεῖ, τὸ δὲ μέλαν, θανόντος· καὶ τὸ μὲν ὅσον σήσαμον διδόμενον, ὃ ζῶντος ἔρρευσεν, αὐτίκα φθείρει, τοῦ ἐγκεφάλου τοῦ πιόντος διὰ τῶν ῥινῶν ἀπορρεύσαντος· τὸ δὲ ἄλλο διδόμενον εἰς φθίσιν ἀπάγει καὶ δι´ ἐνιαυτοῦ μόλις ἀπόλλυσιν.

XVII. Καὶ ὄρνεόν, φησιν, ἐπικαλούμενον δίκαιρον, ὅπερ ἑλληνιστὶ δίκαιον σημαίνει, τὸ μέγεθος ὅσον πέρδικος ὠόν. Τοῦτο τὸν ἀπόπατον κατορύσσει ἵνα μὴ εὑρεθῇ, εὑρισκόμενον δὲ ἂν ποθῇ αὐτοῦ ὅσον σησάμου, ἕωθεν ὕπνος ἐπιλαμβάνει καὶ καθεύδει μηδὲν αἰσθανόμενος, καὶ δύνοντος τοῦ ἡλίου τελευτᾷ.

XVIII. Καὶ ξύλον ἐστὶ πάρηβον καλούμενον, τὸ μέγεθος ὅσον ἐλαία· ἐν τοῖς βασιλείοις μόνοις εὑρίσκεται κήποις. Οὔτε ἄνθος φέρει οὔτε καρπόν· δεκάπεντε δὲ μόνας ῥίζας ἔχει, καὶ ταύτας παχείας κατὰ γῆς· ἔστι δὲ τὸ πάχος αὐτῆς ὅσον βραχίων τὸ λεπτότατον. Αὕτη ἡ ῥίζα ὅσον σπιθαμὴ λαμβανομένη, οὗ ἂν προσαχθῇ, ἅπαντα ἕλκει πρὸς ἑαυτήν· χρυσόν, ἄργυρον, χαλκόν, λίθους καὶ τἄλλα πάντα πλὴν ἠλέκτρου. Εἰ δὲ ὅσον πήχεος ἡ ῥίζα ληφθῇ, ἕλκει καὶ ἄρνας καὶ ὄρνεα. ταύτῃ γὰρ καὶ τὰ πλεῖστα τῶν ὀρνέων θηρεύουσι. Καὶ ἐὰν βούλῃ ὕδωρ πῆξαι ὅσον χόα, τῆς ῥίζης ἐμβαλὼν ὅσον ὀβολόν, πήξεις αὐτό· καὶ ἐὰν οἶνον, ὡσαύτως, καὶ ἕξεις τῇ χειρὶ αὐτὸ ὥσπερ κηρόν, τῇ δὲ ὑστεραίᾳ διαχεῖται. Δίδοται δὲ κοιλιακοῖς βοήθημα.

XIX. Ἔστι δὲ καὶ ποταμὸς διαρρέων διὰ τῆς Ἰνδικῆς, οὐ μέγας μέν, ἀλλ´ ὡς ἐπὶ δύο σταδίους τὸ εὖρος. Ὄνομα δὲ τῷ ποταμῷ ἰνδιστὶ μὲν Ὕπαρχος, ἑλληνιστὶ δέ, φέρων πάντα τὰ ἀγαθά. Οὗτος τοῦ ἐνιαυτοῦ λʹ ἡμέρας ἤλεκτρον καταρρεῖ· φασὶ γὰρ ἐν τοῖς ὄρεσι δένδρα εἶναι ὑπερέχοντα τοῦ ὕδατος· ὕδατι γὰρ ῥεῖται τὰ ὄρη· εἶτα ὥρα ἐστὶν ὅτε δάκρυα φέρει, ὥσπερ ἀμυγδαλῆ ἢ πίτυς ἢ ἄλλο τι δένδρον, μάλιστα δὲ εἰς λʹ ἡμέρας τοῦ ἐνιαυτοῦ. Εἶτα ἀποπίπτει τὰ δάκρυα ταῦτα εἰς τὸν ποταμὸν καὶ πήγνυται. Τῷ δενδρέῳ δὲ τούτῳ ὄνομά ἐστιν ἰνδιστὶ σιπταχόρα, ἑλληνιστὶ σημαίνει γλυκύ, ἡδύ, κἀκεῖθεν οἱ Ἰνδοὶ συλλέγουσι τὸ ἤλεκτρον. Φέρειν δὲ καὶ καρπὸν τὰ δένδρα βότρυς, ὥσπερ ἄμπελος, ἔχει δὲ τὰς ῥώγας ὥσπερ κάρυα τὰ ποντικά.

XX. Ἐν τοῖσδε τοῖς ὄρεσί φασιν ἀνθρώπους βιοτεύειν κυνὸς ἔχοντας κεφαλήν· ἐσθῆτας δὲ φοροῦσιν ἐκ τῶν ἀγρίων θηρίων, φωνὴν δὲ διαλέγονται οὐδεμίαν, ἀλλ´ ὠρύονται, ὥσπερ κύνες, καὶ οὕτω συνιᾶσιν αὑτῶν τὴν φωνήν. Ὀδόντας δὲ μείζους ἔχουσι κυνός, καὶ τοὺς ὄνυχας ὁμοίους κυνός, μακροτέρους δὲ καὶ στρογγυλωτέρους. Οἰκοῦσι δὲ ἐν τοῖς ὄρεσι μέχρι τοῦ Ἰνδοῦ ποταμοῦ, μέλανες δέ εἰσι καὶ δίκαιοι πάνυ, ὥσπερ καὶ οἱ ἄλλοι Ἰνδοί, οἷς καὶ ἐπιμίγνυνται καὶ συνιᾶσι μὲν τὰ παρ´ ἐκείνων λεγόμενα, αὐτοὶ δὲ οὐ δύνανται διαλέγεσθαι, ἀλλὰ τῇ ὠρυγῇ καὶ ταῖς χερσὶ καὶ τοῖς δακτύλοις σημαίνουσιν, ὥσπερ οἱ κωφοί· καλοῦνται δὲ ὑπὸ τῶν Ἰνδῶν Καλύστριοι, ὅπερ ἑλληνιστὶ Κυνοκέφαλοι· τὸ δὲ ἔθνος ἐστὶν ἕως δώδεκα μυριάδων.

XXI. Παρὰ δὲ τὰς πηγὰς τοῦ ποταμοῦ τούτου, ἔστι πεφυκὸς ἄνθος πορφυροῦν ἐξ οὗ πορφύρα βάπτεται οὐδὲν ἥττων τῆς ἑλληνικῆς, ἀλλὰ καὶ πολὺ εὐανθεστέρα. Ὅτι αὐτόθι ἔστι γινόμενα θηρία τὸ μέγεθος ὅσον κάνθαρος, ἐρυθρὰ δὲ ὥσπερ κιννάβαρι· πόδας δὲ ἔχει μακροὺς σφόδρα, μαλακὸν δέ ἐστιν ὥσπερ σκώληξ καὶ γίνεται ταῦτα ἐπὶ τῶν δένδρων τῶν τὸ ἤλεκτρον φερόντων καὶ τὸν καρπὸν κατεσθίει αὐτῶν καὶ διαφθείρει ὥσπερ ἐν τοῖς Ἕλλησιν οἱ φθεῖρες τὰς ἀμπέλους. Ταῦτα οὖν τὰ θηρία τρίβοντες οἱ Ἰνδοί, βάπτουσι τὰς φοινικίδας καὶ τοὺς χιτῶνας καὶ ἄλλο ὅ τι ἂν βούλωνται, καὶ εἴσι βελτίω τῶν παρὰ Πέρσαις βαμμάτων.

XXII. Ὅτι οἱ Κυνοκέφαλοι οἰκοῦντες ἐν τοῖς ὄρεσιν οὐκ ἐργάζονται, ἀπὸ θήρας δὲ ζῶσιν· ὅταν δ´ ἀποκτείνωσιν αὐτά, ὀπτῶσι πρὸς τὸν ἥλιον. Τρέφουσι δὲ καὶ πρόβατα πολλὰ καὶ αἶγας καὶ ὄνους. Πίνουσι δὲ γάλα καὶ ὀξύγαλα τῶν προβάτων, ἐσθίουσι δὲ καὶ τὸν καρπὸν τοῦ σιπταχόρου, ἀφ´ οὗ τὸ ἤλεκτρον (γλυκὺς γάρ), καὶ ξηραίνοντες αὐτούς, σπυρίδας συσσάσσουσιν ὥσπερ ἐν τοῖς Ἕλλησι τὴν ἀσταφίδα. Οἱ δὲ Κυνοκέφαλοι, σχεδίαν ποιησάμενοι καὶ ἐπιθέντες, ἀπάγουσι φόρτον τούτου, καὶ τῆς πορφύρας τὸ ἄνθος καθαρὸν ποιήσαντες, καὶ τοῦ ἠλέκτρου ξʹ καὶ ςʹ τάλαντα τοῦ ἐνιαυτοῦ, καὶ ὅτῳ τὸ φοινίκιον βάπτεται τοῦ φαρμάκου ἕτερα τοσαῦτα, καὶ ἠλέκτρου χίλια τάλαντα, ἀπάγουσι κατ´ ἐνιαυτὸν τῷ Ἰνδῶν βασιλεῖ. Καὶ ἕτερα δὲ κατάγοντες πωλοῦσι τοῖς Ἰνδοῖς πρὸς ἄρτους καὶ ἄλφιτα καὶ ξύλινα ἱμάτια· πωλοῦσι δὲ καὶ ξίφη οἷς χρῶνται πρὸς τὴν τῶν θηρίων ἄγραν, καὶ τόξα καὶ ἀκόντια· πάνυ γὰρ καὶ δεινοί εἰσιν ἀκοντίζειν καὶ τοξεύειν· ἀπολέμητοι δ´ εἰσὶ διὰ τὸ οἰκεῖν αὐτοὺς ὄρεα ἄβατα καὶ ὑψηλά. Δίδωσι δὲ αὐτοῖς διὰ πέμπτου ἔτους δῶρα ὁ βασιλεὺς λʹ μὲν μυριάδας τόξων, καὶ ἀκοντίων τοσαύτας, πελτῶν δὲ δώδεκα, καὶ ξίφη δὲ πεντακισμύρια.

XXIII. Τούτοις τοῖς κυνοκεφάλοις οὐκ εἴσιν οἰκίαι, ἀλλ´ ἐν σπηλαίοις διαιτῶνται. Θηρεύουσι δὲ τὰ θηρία τοξεύοντες, ἀκοντίζοντες, καὶ διώκοντες καταλαμβάνουσι· ταχὺ γὰρ τρέχουσι. Λούονται δὲ αἱ γυναῖκες αὐτῶν ἅπαξ τοῦ μηνός, ὅταν τὰ καταμήνια αὐταῖς ἔλθῃ, ἄλλοτε δ´ οὔ· οἱ δὲ ἄνδρες οὐ λούονται μέν, τὰς δὲ χεῖρας ἀπονίζονται, ἐλαίῳ δὲ χρίονται τρὶς τοῦ μηνὸς τῷ ἀπὸ τοῦ γάλακτος γινομένῳ, καὶ ἐκτρίβονται δέρμασι. Τὴν δὲ ἐσθῆτα ἔχουσιν οὐ δασείαν, ἀλλὰ ψιλῶν τῶν μασθλημάτων ὡς λεπτοτάτων καὶ αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν· οἱ δὲ πλουσιώτατοι αὐτῶν λίνα φοροῦσιν. Οὗτοι δ´ εἰσὶν ὀλίγοι. Κλῖναι δὲ αὐτοῖς οὐκ εἴσιν, ἀλλὰ στιβάδας ποιοῦνται. Οὗτος δ´ αὐτῶν πλουσιώτατος νομίζεται εἶναι ᾧ ἂν πλεῖστα πρόβατα ᾖ· ἡ δὲ ἄλλη οὐσία παραπλησία. Οὐρὰν δὲ ἔχουσι πάντες καὶ ἄνδρες καὶ γυναῖκες ὑπὲρ τῶν ἰσχίων οἵανπερ κύων, μείζονα δὲ καὶ δασυτέραν· καὶ μίσγονται ταῖς γυναιξὶ τετραποδιστί, ὥσπερ οἱ κύνες· ἄλλως δὲ μιγῆναι αὐτοῖς ἐστιν αἰσχρόν. Δίκαιοι δέ εἰσι καὶ μακροβιώτατοι πάντων ἀνθρώπων· ζῶσι γὰρ ἔτη ρʹ καὶ οʹ, ἔνιοι δὲ αὐτῶν καὶ διακόσια.

XXIV. Ὑπὲρ δὲ τούτων ἑτέρους φασὶ βιοτεύειν ἄνω τῶν πηγῶν τοῦ ποταμοῦ. Οὗτοι δὲ οἱ ἄνθρωποι μέλανες μέν εἰσιν ὥσπερ οἱ ἄλλοι Ἰνδοί· ἐργάζονται δὲ οὐδέν, οὐδὲ ἐσθίουσι σῖτον, οὐδὲ πίνουσιν ὕδωρ· πρόβατα δὲ πολλὰ τρέφουσι, καὶ βοῦς καὶ αἶγας καὶ ὄϊς. Πίνουσι δὲ τὸ γάλα ἄλλο δὲ οὐδέν. Ὅταν δὲ γένηταί τινι αὐτῶν παιδίον, οὐ τέτρηται τὴν πυγήν, οὐδ´ ἀποπατεῖ, ἀλλὰ τὰ μὲν ἰσχία ἔχει, τὸ δὲ τρῆμα συμπέφυκε· διὸ ἀποπατοῦσι μὲν οὔ· οὐρεῖν δὲ ὥσπερ τυρὸν αὐτούς φασιν οὐ πάνυ παχὺν ἀλλὰ θολερόν. Ἐπὰν δὲ πρωῒ πίωσι τοῦ γάλακτος, καὶ εἰς μέσον ἡμέρας αὖθις πιόντες, ῥίζαν φασὶ παρ´ αὐτοῖς εἶναι γλυκεῖαν ἥτις οὐκ ἐᾷ τὸ γάλα πήγνυσθαι ἐν τῇ κοιλίᾳ· ταύτην οὖν τρώγοντες, εἰς ἑσπέραν ἔμετον ποιοῦνται, καὶ ἐξεμοῦσιν ἅπαντα εὐκόλως.

XXVI. Ὅτι εἰσὶν ὄνοι ἄγριοι ἐν τοῖς Ἰνδοῖς, ἴσοι ἵπποις καὶ μείζους· λευκοὶ δέ εἰσι τὸ σῶμα, τὴν κεφαλὴν πορφυροῖ, ὀφθαλμοὺς ἔχουσι κυανέους. Κέρας δὲ ἔχει ἐν τῷ μετώπῳ ἑνὸς πήχεος τὸ μέγεθος· καὶ ἔστι τὸ μὲν κάτω τοῦ κέρατος, ὅσον ἐπὶ δύο παλαιστὰς πρὸς τὸ μέτωπον, πάνυ λευκόν· τὸ δὲ ἐπάνω, ὀξύ ἐστι τοῦ κέρατος, τοῦτο δὲ φοινικοῦν ἐστιν ἐρυθρὸν πάνυ· τὸ δὲ ἄλλο, τὸ ἐν τῷ μέσῳ, μέλαν. Ἐκ τούτων οἱ πιόντες (κατασκευάζουσι γὰρ ἐκπώματα) σπασμῷ, φασίν, οὐ λαμβάνονται, οὔτε τῇ ἱερᾷ νόσῳ, ἀλλ´ οὐδὲ φαρμάκοις ἁλίσκονται, οὔτ´ ἂν προπίωσιν, οὔτ´ ἂν τοῦ φαρμάκου ἐπιπίωσιν ἢ οἶνον, ἢ ὕδωρ ἢ ἄλλο τι ἐκ τῶν ἐκπωμάτων. Οἱ μὲν οὖν ἄλλοι ὄνοι καὶ ἥμεροι καὶ ἄγριοι καὶ τὰ ἄλλα μώνυχα θηρία πάντα ἀστραγάλους οὐδὲ χολὴν ἐπὶ τοῦ ἥπατος ἔχουσιν. Οὗτοι δὲ καὶ ἀστράγαλον ἔχουσι καὶ χολὴν ἐπὶ τοῦ ἥπατος· τὸν δὲ ἀστράγαλον, κάλλιστον ὧν ἐγὼ ἑώρακα, οἷόν περ βοὸς καὶ τὸ εἶδος καὶ τὸ μέγεθος· βαρὺς δ´ ὡς μόλιβδος, τὴν δὲ χρόαν ὥσπερ κιννάβαρι καὶ διὰ βάθους. Ταχύτατον δέ ἐστι τὸ ζῷον τοῦτο καὶ ἀλκιμώτατον· οὐδὲν δὲ οὔτε ἵππος οὔτε ἄλλο τι διωκόμενον καταλαμβάνει.

XXVI. Ἄρχεται δὲ τρέχον βραδύτερον· ὅσον δ´ ἂν πλέον χρόνον τρέχῃ, ἐντείνεται δαιμονίως, καὶ μᾶλλον καὶ θᾶσσον τρέχει. Ἄλλως μὲν ἀθήρατόν ἐστι τὸ ζῷον τοῦτο· ὅταν δὲ τὰ τέκνα μικρὰ ὄντα περιάγωσιν ἐπὶ τὴν βοτάνην, καὶ ὑπὸ ἱππείας πολλῆς περιληφθῶσιν, οὐ βούλονται φεύγειν καταλιπόντες τοὺς πώλους, ἀλλὰ μάχονται καὶ κέρατι καὶ λακτίσμασι καὶ δήγμασι, καὶ πολλοὺς καὶ ἵππους καὶ ἄνδρας ἀπολλύουσιν. Ἁλίσκονται δὲ καὶ αὐτοὶ τοξευόμενοι καὶ ἀκοντιζόμενοι· ζῶντα γὰρ οὐκ ἂν λάβοις. Τὰ δὲ κρέα, διὰ τὴν πικρότητα ἄβρωτά ἐστιν. Θηρεύεται δὲ τῶν κεράτων καὶ τῶν ἀστραγάλων ἕνεκεν.

XXVII. Ὅτι ἐν τῷ ποταμῷ τῶν Ἰνδῶν σκώληξ γίνεται τὸ μὲν εἶδος οἷόν περ ἐν ταῖς συκαῖς εἴωθε γίνεσθαι, τὸ δὲ μῆκος πήχεις ζʹ, καὶ μείζους δὲ καὶ ἐλάττους, τὸ δὲ πάχος, δεκαετέα παῖδα μόλις φασὶ ταῖς χερσὶ περιλαβεῖν. Ἔχουσι δὲ ὀδόντας δύο, ἕνα ἄνω καὶ ἕνα κάτω, καὶ ὅ τι ἂν λάβωσι τοῖς ὀδοῦσι, κατεσθίουσι. Καὶ τὴν μὲν ἡμέραν ἐν τῇ ἰλύϊ τοῦ ποταμοῦ διαιτῶνται, τῇ δὲ νυκτὶ ἐξέρχονται, καὶ ἐάν τινι ἐντύχῃ ἐν τῇ γῇ βοῒ ἢ καμήλῳ καὶ δάκῃ, συλλαβὼν ἕλκει εἰς τὸν ποταμὸν καὶ πάντα κατεσθίει πλὴν τῆς κοιλίας. Ἀγρεύεται δὲ ἀγκίστρῳ μεγάλῳ, ἔριφον ἢ ἄρνα ἐνδησάντων καὶ ἁλύσεσι σιδηραῖς ἐναρμοσάντων. Ἀγρεύσαντες δὲ τριάκοντα ἡμέρας κρεμῶσιν αὐτὸν καὶ ἀγγεῖα ὑποτιθέασι, καὶ ῥεῖ ἐξ αὐτοῦ ὅσον δέκα κοτύλας ἀττικὰς τὸ πλῆθος. Ὅταν δὲ παρέλθωσιν αἱ τριάκοντα ἡμέραι, ἀπορρίπτουσι τὸν σκώληκα, καὶ τὸ ἔλαιον ἀσφαλισάμενοι, ἄγουσι τῷ βασιλεῖ μόνῳ τῶν Ἰνδῶν· ἄλλῳ δὲ οὐκ ἔξεστιν ἐξ αὐτοῦ ἔχειν. Τοῦτο τὸ ἔλαιον, ἐφ´ ὃ ἂν ἐπιχυθῇ, ἀνάπτει καὶ καταφλέγει ξύλα καὶ ζῷα καὶ ἄλλως οὐ σβέννυται εἰ μὴ πηλῷ πολλῷ τε καὶ παχεῖ.

XXVIII. Ὅτι ἔστι δένδρα ἐν Ἰνδοῖς ὑψηλὰ ὥσπερ κέδρος ἢ κυπάριττος, τὰ δὲ φύλλα, ὥσπερ φοῖνιξ, ὀλίγον πλατύτερα· καὶ μασχαλίδας οὐκ ἔχει, ἀνθεῖ δὲ ὥσπερ ἡ ἄρσην δάφνη, καρπὸν δ´ οὐκ ἔχει. Ὀνομάζεται δὲ ἰνδιστὶ μὲν κάρπιον, ἑλληνιστὶ δὲ μυρορόδα· ἔστι δὲ σπάνια. Ῥέουσι δὲ ἐξ αὐτοῦ ἐλαίου σταγόνες οὓς ἐρίῳ ἀναψῶντες ἀπὸ τοῦ δένδρου ἀποπιέζουσιν εἰς ἀλαβάστρους λιθίνους. Ἔστι δὲ τὸ μὲν χρῶμα ἀτρέμας ὑπέρυθρον καὶ ὑπόπαχυ· ὄζει δὲ πάντων ἥδιστον, ὄζειν δέ φασιν αὐτὸ καὶ ἐπὶ πέντε σταδίους· μόνῳ δὲ βασιλεῖ κτητόν ἐστι τοῦτο καὶ τοῖς συγγενέσιν αὐτοῦ. Καὶ ἔπεμψεν ὁ Ἰνδῶν τῷ Περσῶν βασιλεῖ, καί φησιν ἰδεῖν αὐτὸ Κτησίας, καὶ ὀσφρανθῆναι ὀσμῆς οἵας οὔτε εἰπεῖν ἦν οὔτε εἰκάσαι.

XXIX. Ὅτι τὸν τυρὸν καὶ τὸν οἶνον πάντων, φησί, γλυκύτατον, ὡς αὐτός, φησί, φαγὼν διὰ πείρας ἔμαθεν.

XXX. Ὅτι κρήνην ἐν Ἰνδοῖς φησιν, ὅσον πέντε ὀργυιῶν ἡ περίμετρος, τετράγωνος δέ· ἔστι δὲ τὸ ὕδωρ ἐν πέτρᾳ, βάθος δὲ εἶναι μέχρι τοῦ ὕδατος τριῶν πηχῶν, τὸ δὲ καθ´ ὕδατος τριῶν ὀργυιῶν. Λούονται δὲ ἐν αὐτῷ οἱ ἐπισημότατοι τῶν Ἰνδῶν, καὶ ἄνδρες καὶ παῖδες καὶ γυναῖκες· κολυμβῶσι δὲ ἐπὶ πόδας ῥίπτοντες ἑαυτούς· ὅταν δὲ εἰσπηδῶσιν ἐκβάλλει αὐτοὺς τὸ ὕδωρ ἄνω· οὐκ ἀνθρώπους δὲ μόνον ἀναρρίπτει, ἀλλὰ καὶ ἄλλο ὅ τι ἂν ᾖ ζῷον ἐκρίπτει εἰς τὸ ξηρὸν καὶ ζῶν καὶ τεθνηκός, καὶ ἁπλῶς πάντα τὰ ἐμβαλλόμενα πλὴν σιδήρου καὶ ἀργύρου καὶ χρυσοῦ καὶ χαλκοῦ· ταῦτα δὲ δέχεται κάτω. Ἔστι δὲ τὸ ὕδωρ πάνυ ψυχρὸν καὶ ἡδὺ πιεῖν· ψόφον δὲ παρέχει μέγαν, ὥσπερ ὕδωρ ζέον ἐκ λέβητος· καθαίρει δὲ τὸ ὕδωρ τοῦτο ἀλφοὺς καὶ ψωριῶντας, καλεῖται δὲ ἰνδιστὶ βαλλάδη, ἑλληνιστὶ δὲ ὠφελίμη.

XXXI. Ἔστιν ἐν τοῖς ὄρεσι τοῖς ἰνδικοῖς, ὅπου ὁ κάλαμος αὐτῶν φύεται, ἄνθρωποι· τὸ πλῆθος αὐτῶν ἄχρι καὶ τριῶν μυριάδων. Τούτων αἱ γυναῖκες ἅπαξ τίκτουσιν ἐν τῷ βίῳ, καὶ τὰ τικτόμενα ὀδόντας ἔχει καὶ τὰ ἄνω καὶ τὰ κάτω πάνυ καλούς· καὶ τὰς τρίχας, τάς τε ἐν τῇ κεφαλῇ καὶ ταῖς ὀφρύσι, πολιὰς ἔχει πάντα ἐκ γενετῆς, καὶ τὰ θήλεα καὶ τὰ ἄρρενα· μέχρι μὲν οὖν τριάκοντα ἐτῶν, λευκὰς ἔχει ἕκαστος τῶν ἀνθρώπων ἐκείνων τὰς τρίχας καθ´ ὅλου τοῦ σώματος, ἄρχονται δὲ ἐκεῖθεν μελαίνεσθαι· ξʹ δὲ ἐτῶν γενομένους, ἔστιν ἰδεῖν αὐτοὺς πάσας ἔχοντας μέλαινας. Ἔχουσι δὲ οὗτοι οἱ ἄνθρωποι ἀνὰ ὀκτὼ δακτύλους ἐφ´ ἑκατέρᾳ χειρί, ὡσαύτως ἀνὰ ὀκτὼ καὶ ἐπὶ τοῖς ποσὶ καὶ ἄνδρες καὶ γυναῖκες ὡσαύτως· εἰσὶ δὲ σφόδρα πολεμισταί, καὶ βασιλεῖ τῶν Ἰνδῶν ἕπονται τοξόται τούτων πεντακισχίλιοι καὶ ἀκοντισταί. Τὰ δὲ ὦτά φησι τηλικαῦτα ἔχειν ὥστε τοὺς βραχίονας αὐτῶν ὑπ´ αὐτῶν καλύπτεσθαι μέχρι τῶν ἀγκώνων, καὶ ὄπισθεν τὸν νῶτον ὑπ´ αὐτὰ συγκαλύπτειν· τὸ δὲ οὖς τὸ ἕτερον τοῦ ἑτέρου θιγγάνει.

XXXIV. Ταῦτα γράφων καὶ μυθολογῶν Κτησίας λέγει τἀ ληθέστατα γράφειν, ἐπάγων ὡς τὰ μὲν αὐτὸς ἰδὼν γρά φει, τὰ δὲ παρ´ αὐτῶν μαθὼν τῶν ἰδόντων, πολλὰ δὲ τούτων καὶ ἄλλα θαυμασιώτερα παραλιπεῖν διὰ τὸ μὴ δόξαι τοῖς μὴ τεθεαμένοις ἄπιστα συγγράφειν. Ἐν οἷς καὶ ταῦτα.

Bibliografía[editar]

La Bibliografía se compone de recursos informativos que existen en la "vida real".

⚜️[editar]

 Avatar Jakeukalane.png  Artículo transcrito por Jakeukalane
Por favor, consulta rigurosamente la bibliografía antes de cambiar o añadir algo a las transcripciones.
Icon libro 1.png